Origen on Tongues: the Source Texts

In keeping with the Gift of Tongues Project which is to provide the original sources in a digital format, enclosed are the source-works of Origen relating to the doctrine of tongues.

For the full English list of translations and analysis please go to Origen on the Dogma of Tongues.

Origenis. In Jeremiam Homilia. MPG. Vol. 13. Col. 384ff.

Διὰ τοῦτο καὶ ἡνίκα μὲν οὐκ εκινοῦντο ἀπὸ ἀνατολῶν οἱ ἄνθρωποι, οὐκ ἐσκόρπισεν αὐτοὺς ὁ Θεός· ὅτε δὲ ἐκίνησαν ἀπὸ ἀνατολῶν, καὶ εἷπεν ἄνθρωπος πρὸς τὸν πλησίον αὐτου, Δεῦτε, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὐ ἔσται ἠ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, φησὶν ὁ Θεὸς περὶ τούτων· Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν έκεῖ τὴν γλῶσσαν. Καὶ συγχεῖται ἕκαστος, καὶ ἐπὶ τινὰ τῆς τόπον διασκορπίζεται. Καὶ ὁ λαὸς δὲ ὁ τοῦ Ἰσραὴλ, μὴ ἁμαρτάνων μὲν,ἐν τῇ Ἰουδαίᾳ ἦν. ἁμαρτήσας δὲ διασκορπίζεται ἔπειτα ἀπὸ τῆς οἰκουμένης, καὶ διασπείρεται πανταχοῦ. Τοιοῦτόν τί μοι νόει καὶ περὶ πάντων ἠμῶν. Ἔστι τις Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, ὅπου Σιὼν ὅρος, καὶ πόλις Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουράνιος.

Origenis. Selecta in Ezechielem. MPG. Vol.13. Col 773

Οὐ πρὸς τὸν λαὸν βαθύχειλον. Εἰ γὰρ μὴ ἦσαν _ξ ἐπιπολῆς ἔχοντες τοὺς λόγους αὐτων, ἀλλ᾽ἡ καρ_ _α αὐτῶν διὰ τὸ βάθος τῶν νοημάτων στόμα ἦν αὐτῶν. καὶ οὐκ ἄν σὺ εἰσεληλύθεις πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ. Ἀλλ᾽οὐδὲ βαρύγλωσσοί εἰσι· βάρος γὰρ καὶ κομψόν τι οὐκ ἔχει στίβος ἡ γλῶσσα αὐτῶν, ἤτοι ὁ λόγος· εἰσὶ δὲ κουφόγλωσσοι· ὅθεν ἀναγκαῖόν σε βαδίσαι πρὸς αὐτοὺς ὑποκάτω βαίνοντας τῆς ἕξεως σου. Ἐν ἐπαίνῳ οὖν εἰρῆται ὁ Βαθύχειλος καὶ ὁ βαρύγλωσσος. εἴρηται δὲ ταῦτα. Καὶ ὅρα εἰ περὶ τῶν ἀπὸ τῶν ἐθνῶν, οἳ ἕτεροι εἰσι τοῦ οἴκου Ἰσραὴλ, ταῦτα προφητεύεται, ὧν οὐκ ἄν ἤκουσε διὰ τὸ ἑτερόγλωσσον αὐτῶν ὁ Ἐβραῖος προφήτης. Βαθεῖς δὲ χείλεσιν οἱ αὐτοὶ δύνανται λέγεσθαι διὰ τὸ μὴ ἐξ ἐπιπολῆς τὰ θεῖα καταλαμβάνειν γράμματα, ἀλλὰ πιστεύειν εἰς τὰ βάθη τοὺ νόμου.

Origenis. Homiliis in Acta Apostolorum. MPG. Vol.14. Col 829ff

Retyped from the copy found at: Documenta Catholica Omnia

Ἐκ τῆς εἰς τὰς Πράξεις ὁμιλίας δ’

Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖτε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυΐδ περὶ Ἰούδα· ἐν ᾧ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται. Εἴποι τις ἄν, ὅτι οὐ τὸ Πνεῦμα τὸ ἅγιον λαλεῖ· σαφῶς γὰρ τοῦ Σωτῆρός εἰσιν οἱ λόγοι λέγοντος· Ὁ Θεὸς, τὴν αἴωεσίν μου μὴ παρασιωπησης· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου, ἐπ’ ἐμὲ ἠωοίχθη· καὶ τὰ ἑξῆς ἕως· Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Πῶς οὖν, εἰ ὁ Σωτήρ ἐστιν ὁ ταῦτα λέγων, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆαι τὴν Γραφὴν, ἥν προεῖτε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυΐδ; Μήποτε οὖν ὅ διδασκόμεθα ἐνταῦθα, τοιοῦτόν ἐστι. Προσωποποιεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις· καὶ ἐὰν προσωποποιήσῃ τὸν Θεὸν, οὐκ ἔστιν ὁ Θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἄγιον ἐκ προσώπου τοῦ Θεοῦ λαλεῖ· Οὕτω, κἄν προσωποποιήσῃ τὸν προφήτην, ἤ τὸν λαὸν ἐκεῖνον, ἤ τὸν λαὸν τουτον, ἤ ὅ τι δήποτε προσωποποιεῖ, τὸ ἅγιον Πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.

Origenis. Comment. In. Epist. Ad Rom. MPG. Vol. 14. Col. 1100-1101

A Portion from his commentary on Romans 6:13

[Col. 1100] « Propter inhabitantem Spiritum ejus in vobis. » Si enim Spiritus Christi habitat in vobis, necessarium videtur Spiritui reddi habitaculum suum, templumque restitui. Velim tamen hoc ipsum quod dicitur vel Spiritus Christi, vel Spiritus Dei, vel etiam ipse Christus in nobis habitare, quale sit intueri : utrumnam ex initio omnibus iste Spiritus datur, et postmodum pessimis et a Deo alienis actibus effugatur, secundum illud quod scriptum est : « Nom permanebit Spiritus meus in hominibus istis, quia caro sunt, » an vitæ merito, et fidei gratia postmodum datur, secundum ea quæ in Actibus apostolorum docentur, quia Spiritus sanctus tanquam linguæ igneæ venit super unumquemque eorum; vel certe sicut in Evangelio docemur, cum ipse Salvator posteaquam resurrexit amortuis ad discipulos dixit : « Accipite Spiritum sanctum, et insufflavit un unoquoque eorum. » Unde mihi videtur quod et meritis conquiratur hoc donum, et vitæ innocentia conservetur, et unicuique secundum profectum fidei augeatur et gratiæ ; et quanto purior anima redditur, tanto largior ei Spiritus infundatur. Quod autem dixit, « Non permanebit Spiritus meus in hominibus istis, quia caro sunt. » illuc respicit ut, quoniam anima eorum, repudiata Spiritus servitute, ad carnis servitia se tota convertit, etiam ipsa ejus cui se conjunxit carni, et cum qua unum effecta est, nomen accipiat. Diveris ergo modis haberi potest Spiritus. Vel Spiritus Christi habetur, secundum id quod supra diximus, ex inspiratione divina, ubi ait : « Accipite Spiritum sanctum, et insufflavit in eis, » et rursum eo modo qui in Actibus apostolorum dicitur gesum, ut diversis linguis loquerentur apostoli. Est et ille modus, qui in Regnorum libris refertur, cum dicit Scriptura : « Et insiluit Spiritus super Saul, et cœpit prophetare. » Est et ille adhuc alius modus, ut, cum Salvator post resurrectionem cum Cleopha et alio discipulo iter agens et aperiens eis Scripturas, ignivit eos spiritu oris sui, ita ut illi dicerent : « Nonne cor nostrum erat ardens intra nos, cum aperiret nobis Scripturas ? » Vis autem scire quia non solum Jesus loquens tradidit audientibues Spiritum suum, sed et qui in nomine ejus loquitur verbum Dei, tradit audientibus Spiritum Dei? Vide in Actibus apostolorum quomodo loquente Petro ad Cornelium [Col. 1101] repletur Spiritu sancto ipse Cornelius, et qui cum eo erant. Unde et tu si loquaris verbum dei, et loquaris fideliter ex conscientia pura, nec ipse redarguaris ex verbis tuis quasi qui aliter doceas et aliter agas, potest fieri ut loquente te auditorum corda sancti Spiritus ignis inflammet, et continuo concalescant et ardeant ad complenda universa quæ doces, ut rebus impleant quæ sermonibus didicerint, et « quæ sursum sunt » sapiant, « non quæ super terram. »

Origen on I Corinthians; Header 49

Claude Jenkins, “Documents; Origen on I Corinthians,” Journal of Theological Studies 10 (1909). Pg. 29ff and another version found in Catenae: Graecorum Patrum in Novum Testamentum. Tomus V. J.A. Cramer. ed. Oxonii.1844. Pg. 249

Ζητοῦμεν ἐνταῦθα εἰ δύναταί τις ἐν τῷ βίῳ τούτῳ καὶ προφητείαν ἔχειν καὶ τὰ μυστήρια ἅπαντα γνῶναι χωρὶς ἀγάπης, καὶ ὅλως εἰ δίδοταί τινι τὰ μυστήρια πάντα γνῶναι· φησὶ γὰρ ὁ Παῦλος εἰ τις δοκεῖ εγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· καὶ παλιν Ἐκ μέρους φησὶ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν ἄν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. Τὸ δὲ`ταῦτα λέγειν περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίων ἀποστόλων αὐτῷ δηλοῖ ὅτι οὐ δυνατόν ἐστιν εἰδέναι πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνὼσιν. πῶς οὖν ὡς δυνατοῦ ὄντος τοῦ εἰδέναι πᾶσαν τὴν γνῶσιν καὶ πάντα τὰ μυστήρια ἐπίστασθαι ταῦτα φησίν ; ἐὰν ἴδωμεν τὸ προοίμιον τῶν λόγων ἐν οἷς φησὶ Καὶ ἔτι καθ’ὑπερβολὴν ὁδὸν ὑμιν δείκνυμι, καὶ νοήσωμεν τἰ ἐστιν ὑπερβολὴ, ταῦτα πάντα ἔσται σεσαφηνισμένα. ὐπερβολὴ τοίνυν ἐστὶν, ὡς καὶ Ἕλληνες <ὡ>ρίσαντο, λόγος ἐμφάσεως ἕνεκεν ὑπεραίρων τὴν ἀλήθειαν καὶ χρῶνται ἐκεῖνοι παραδείγματι, ὅτι λευκότεροι χιόνος λέγονταί τινες εἶναι· οὐχ ὅτι δυνατόν τι εἶναι λευκότερον χιόνος, ἀλλὰ καθ’ ὑπερβολὴν λέλεκται. καὶ ἔτι Τρέχουσι τινες ἵπποι ὥς ἄνεμος· οὐχ ὅτι δυνατόν ἐστι τὸ τοιοῦτον, ἀλλ᾽ἐμφάσεως ἕνεκεν, ἵνα τὸ τάχος τῶν ἵππων παραστῇ, λέγεται τὸ τοιοῦτον περὶ αὐτῶν. καὶ ἐν τῇ γραφῇ δὲ λέγεται τῶν Ψαλμῶν περὶ τῆς θαλάσσης ἀναβαίνουσι τὰ κύματα αὐτῆς ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἔως τῶν ἀβύσσων· ὅπερ ἀδύνατον, ἀλλ᾽ἐμφάσεως ἔνεκεν εἴρηται. καὶ ἐν τῇ νόμῳ δὲ εὐρήσεις γεγραμμένον τῆς ὑπερβολῆς τὸν τρόπον ἔνθα γέγραπται Εἴδομεν πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ. πῶς δὲ τοῦτο δύναται εἶναι ; ἀλλ᾽ὑπερβολικῶς λέγεται, οὐ πάντως αὐτὸ τὸ δηλούμενον παριστῶντος τοῦ λόγου ἀλλ᾽ ἵνα δηλώσῃ τὸ μέγεθος τῶν κυμάτων ἤ τὴν ταπείνωσιν, καὶ τὸ μέγεθος τῶν τειχῶν, ἤ τι τούτοις παραπλήσιον. οὕτω καὶ ἐνθάδε ὔπόθεσιν λαμβάνει ὁ ἀπόστολος ὑπὲρ τοῦ ἐξετασθῆναι φύσιν χαρισμάτων φύσιν ἀγάπης. οὐχ ὅτι δυνατόν ἐστι εἶναι χάρισματα, καὶ ταῦτα τηλικοῦτον, χωρὶς ἀγάπης· ἤ ὅτι δυνατὸν ἐν τῷ Βίῳ τούτῳ είδέναι τινὰ πᾶσαν τὴν γνῶσιν χωρὶς ἀγάπης, ἤ ἔχειν πίστιν τηλικαύτην ὥστε ὄρη μεθιστάνειν· ἀλλὰ βουλόμενος παραστῆσαι ὅτι εἰ ἐν ζυγῷ τεθείη ἠ ἀγάπη καθ’ ὑπόθεσιν εἰρημένου τοῦ λόγου. δεῖ οὖν φησὶ μάλιστα ζηλοῦν τὴν ἀγάπην.
῎Αρα δὲ ἄγγελοι διαλεγόμενοι πρὸς ἀλλήλους ταύταις ταῖς γλώσσαις διαλέγονται αἷς καὶ ἄνθρωποι, ὥστε τῶν ἀγγελων τινὰς μὲν Ἕλληνας εἶναι τυχόν τινὰς δὲ Ἑβραίους καὶ ἅλλους Αἰγυπτίους ; ἤ τοῦτο ἄτοπον λέγειν περὶ τῶν ἄνω ἀγγελικῶν ταγμάτων ; μή ποτε οὖν ὥσπέρ εἰσιν ἐν ἀνθρώποις διάλεκτοι πολλαὶ, οὕτως εἰσὶ καὶ ἐν ἀγγέλοις ; καὶ ἐὰν ὁ Θεὸς ἡμῖν χαρίσηται ἀπὸ τῆς ἀνθρωπίνης φύσεως ἐπὶ τὴν ἀγγελικὴν καταταγὴν<αι>, τοὺ Κυρίου μου Ἰησοῦ Χριστοῦ ἐπαγγελίαν λέγοντος ἰσάγελλοι ἔσονται καὶ Υἱοὶ Θεοῦ τὴς ἀναστάσεως υἱοὶ ὄντες, οὐκετι χρησόμεθα διαλέκτῳ ἀνθρώπων ἀλλὰ διαλέκτῳ τῇ ἀγγελικῇ ; καὶ ὥσπερ ἄλλη διάλεκτος παιδίων καὶ ἄλλη τετρανωμένων τὴν φωνὴν, οὕτως πᾶσα ἐν ἀνθρώποις διάλεκτος οἱονεὶ παιδίών ἐστὶν διάλεκτος· ἡ δὲ ἀγγελικὴ οἱονεὶ ἀδρῶν ἔστι τελείων καὶ τετρανωμένων ; ἴσως δὲ κακεὶ κατὰ τὴν ἀναλογίαν τῆς καταστάσεως καὶ διάλεκτοι εἰσιν. ἐὰν οὖν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ`τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα καλκὸς ἠχῶν ἤ κύμβαλου ἀλαλάζον. ὥσπερ ὅ χαλκὸς ἠχῶν ἄσημον δίδωσι φωνήν, ὥσπερ τὸ κύμβαλον τὸ ἀλαλάζον οὐδὲν τρανόν, τὸν αὐτὸν τρόπον χωρὶς μὲν ἀγάπης γλῶσσα κἄν ἀγγέλων ἐν ἀνθρώποις καθ’ ὑπόθεσιν ᾖ, ἀτρανωτός ἐστιν· οὐδὲν γὰρ ποιεῖ τῶν ἀνθρώπων ἤτοι τῶν ἀγγέλων τρανῆ καὶ σαφῆ, ὡς ἡ ἀγάπη· ἀγάπης δὲ μὴ παρούσης τὸ λαλόυμενον οὐδέν ἐστιν.
Τίς δὲ ἡ διαφορὰ τῆς γνώσεως καὶ τῆς τῶν μυστηρίων εἰδήσεως ; περὶ δύο γὰρ πραγμάτων ὁ ἀποστολος λέγει. ἡγοῦμαι τοίνυν τὸ μὲν περὶ τῶν φανερῶν εἰδέναι τὴν γνῶσιν εἶναι γενικωτέραν οὖσαν τῶν μυστηρίων· ἐν μέρει γὰρ τῆς γνώσεως ἡ τῶν μυστηρίων ἐστὶν ἐπιστήμη· τὸ δὲ περὶ τῶν ἀπορρητοτέρων καὶ θειοτέρων εἰδέναι τοῦτ᾽εἶναι τὸ μυστήριον γινώσκειν, ὡς εἶναι γενικὸν μὲν λόγον τῆς γνώσεως οὐκέτι δὲ πάσης τῆς γνώσεως εἶναι τὴν κατάληψιν μυστηρίων περὶ ὧν λέλεκται Ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἤν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ὑμῶν. ὅταν γὰρ εἰδῶ ταῦτα, τότε ἔχω τὴν γνῶσιν τῶν μυστηρίων.
Κἄν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν. γέγραπται ἐν τῷ εὐαγγελίῳ Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μεταβήσεται, καὶ οὐδὲν ὑμῖν ἀδυνάτησει. ὁ γὰρ ἔχων πίστιν ὡς κόκκον σινάπεως ὅλην ἔχει τὴν πίστιν.

Origen. Against Celsus

Please note the following texts are a revised version of the TLG text. It has been changed to conform to what is found in MPG Vol. 11.

3.46 — Origenis. Contra Celsum Lib. III. MPG Vol. 11. Col. 986.

Ἐὰν δὲ καὶ ἐπὶ τὰ μετὰ τὸν Ἰησοῦν γεγραμμένα ἔλθῃς βιβλία, εὕροις ἂν τοὺς μὲν ὄχλους τῶν πιστευόντων τῶν παραβολῶν ἀκούοντας ὡς ἔξω τυγχάνοντας καὶ ἀξίους μόνον τῶν ἐξωτερικῶν λόγων, τοὺς δὲ μαθητὰς κατ’ ἰδίαν τῶν παραβολῶν μανθάνοντας τὰς διηγήσεις· Κατ’ ἰδίαν γὰρ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν ἅπαντα ὁ Ἰησοῦς, προτιμῶν παρὰ τοὺς ὄχλους τοὺς τῆς σοφίας αὐτοῦ ἐπιδικαζομένους. Ἐπαγγέλλεται δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι πέμψαι «σοφοὺς καὶ γραμματεῖς λέγων· « Ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς ὑμᾶς σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ σταυρώσουσι. » Καὶ ὁ Παῦλος δ’ ἐν τῷ καταλόγῳ τῶν ὑπὸ τοῦ θεοῦ διδομένων χαρισμάτων πρῶτον ἔταξε « τὸν λόγον τῆς σοφίας » καὶ δεύτερον, ὡς ὑποβεβηκότα παρ’ ἐκεῖνον, « τὸν λόγον τῆς γνώσεως, » τρίτον δέ που καὶ κατωτέρω « τὴν πίστιν ». Καὶ ἐπεὶ « τὸν λόγον » προετίμα τῶν τεραστίων ἐνεργειῶν, διὰ τοῦτ’ « ἐνεργήματα δυνάμεων καὶ χαρίσματα ἰαμάτων » ἐν τῇ κατωτέρω τίθησι χώρᾳ παρὰ τὰ λογικὰ χαρίσματα. Μαρτυρεῖ δὲ τῇ Μωϋσέως πολυμαθείᾳ ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων Στέφανος, πάντως ἀπὸ τῶν παλαιῶν καὶ μὴ εἰς πολλοὺς ἐφθακότων γραμμάτων λαβών· φησὶ γάρ· « Καὶ ἐπαιδεύθη Μωϋσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων. » Διὰ τοῦτο δὲ καὶ ἐν τοῖς τεραστίοις ὑπενοεῖτο, μή ποτ’ οὐ κατὰ τὴν ἐπαγγελίαν τοῦ θεόθεν ἥκειν ἐποίει αὐτὰ ἀλλὰ κατὰ τὰ Αἰγυπτίων μαθήματα, σοφὸς ὢν ἐν αὐτοῖς. Τοιαῦτα γὰρ ὑπονοῶν περὶ αὐτοῦ ὁ βασιλεὺς ἐκάλεσε τοὺς ἐπαοιδοὺς τῶν Αἰγυπτίων καὶ « τοὺς σοφιστὰς καὶ τοὺς φαρμακεῖς, » οἵτινες ἠλέγχθησαν τὸ οὐδὲν ὄντες ὡς πρὸς τὴν ἐν Μωϋσεῖ σοφίαν ὑπὲρ πᾶσαν Αἰγυπτίων σοφίαν.

7:3 — Origenis. Contra Celsum, Lib. VII. MPG Vol. 11. Col. 1424ff.

Φησὶν οὖν· Τὰ μὲν ὑπὸ τῆς Πυθίας ἤ Δωδωνίδων ἤ Κλαρίου ἤ ἐν Βραγχάδαις ἤ ἐν Ἄμμμωνος ὑπὸ μυρίων τε ἄλλων θεοπρόπων προειρημένα, ὑφ’ ὧν ἐπιεκῶς πᾶσα γῆ κατῳκίσθη, ταῦτα μὲν οὐδενί λόγῳ τίθενται· τὰ δὲ ὑπὸ τῶν ἐν Ἰουδαίᾳ τῷ ἐκείνων τρόπῳ λεχθέντα ἢ μὴ λεχθέντα, καὶ ὥσπερ εἰώθασιν ἔτι νῦν οἱ περὶ Φοινίκην τε καὶ Παλαιστίνην, ταῦτά γε θαυμαστὰ καὶ ἀπαράλλακτα ἡγοῦνται. Λέγωμεν οὖν περὶ τῶν κατειλεγμένων χρηστηρίων ὅτι δυνατὸν μὲν ἡμῖν συνάγουσιν ἀπὸ Ἀριστοτέλους καὶ τῶν τὰ τοῦ Περιπάτου φιλοσοφησάντων οὐκ ὀλίγα εἰπεῖν εἰς ἀνατροπὴν τοῦ περὶ τῆς Πυθίας καὶ τῶν λοιπῶν χρηστηρίων λόγου· δυνατὸν δὲ καὶ τὰ λελεγμένα τῷ Ἐπικούρῳ καὶ τοῖς ἀσπαζομένοις αὐτοῦ τὸν λόγον περὶ τῶν αὐτῶν παραθέμενον δεῖξαι ὅτι καὶ Ἑλλήνων τινὲς ἀνατρέπουσι τὰς νομιζομένας καὶ τεθαυμασμένας ἐν πάσῃ Ἑλλάδι θεοπροπίας. Ἀλλὰ γὰρ δεδόσθω μὴ εἶναι πλάσματα μηδὲ προσποιήσεις ἀνθρώπων περὶ θεοφορίας τὰ περὶ τὴν Πυθίαν καὶ τὰ λοιπὰ χρηστήρια· ἴδωμεν οὖν εἰ μὴ καὶ οὕτως δύναται τοῖς φιλαλήθως ἐξετάζουσι τὰ πράγματα1 ἀποδείκνυσθαι ὅτι καὶ τῷ παραδεχομένῳ εἶναι ταῦτα τὰ μαντεῖα οὐκ ἀναγκαῖον προσέσθαι ὅτι θεοί τινες εἰσὶ παρ’ αὐτοῖς, ἀλλ’ ἐκ τοῦ ἐναντίου δαίμονές τινες φαῦλοι καὶ πνεύματα ἐχθρὰ τῷ γένει τῶν ἀνθρώπων καὶ κωλύοντα τὴν τῆς ψυχῆς ἄνοδον καὶ δι’ ἀρετῆς πορείαν καὶ τῆς ἀληθινῆς εὐσεβείας ἀποκατάστασιν πρὸς τὸν θεόν. Ἱστόρητα2 τοίνυν περὶ τῆς Πυθίας, ὅπερ δοκεῖ τῶν ἄλλων μαντείων λαμπρότερον τυγχάνειν, ὅτι περικαθεζομένη τὸ τῆς Κασταλίας στόμιον ἡ τοῦ Ἀπόλλωνος προφῆτις δέχεται πνεῦμα διὰ τῶν γυναικείων κόλπων· οὗ πληρωθεῖσα ἀποφθέγγεται τὰ νομιζόμενα εἶναι σεμνὰ καὶ θεῖα μαντεύματα. Ὅρα δὴ διὰ τούτων εἰ μὴ τὸ τοῦ πνεύματος ἐκείνου ἀκάθαρτον καὶ βέβηλον ἐμφαίνεται, μὴ διὰ μανῶν καὶ ἀφανῶν πόρων καὶ πολλῷ γυναικείων κόλπων καθαρωτέρων ἐπεισιὸν τῇ ψυχῇ τῆς θεσπιζούσης ἀλλὰ διὰ τούτων, ἃ οὐδὲ θέμις ἦν τῷ σώφρονι καὶ ἀνθρώπῳ βλέπειν, οὔπω λέγω ὅτι καὶ ἅπτεσθαι· καὶ τοῦτο ποιεῖν οὐχ ἅπαξ που οὐδὲ δίς (ἴσως γὰρ ἔδοξεν ἀνεκτότερον τὸ τοιοῦτο τυγχάνειν), ἀλλὰ τοσαυτάκις, ὁσάκις προφητεύειν ἐκείνη ἀπὸ τοῦ Ἀπόλλωνος πεπίστευται. Ἀλλὰ καὶ τὸ εἰς ἔκστασιν καὶ μανικὴν ἄγειν κατάστασιν τὴν δῆθεν προφητεύουσαν, ὡς μηδαμῶς αὐτὴν ἑαυτῇ παρακολουθεῖν, οὐ θείου πνεύματος ἔργον ἐστίν· ἐχρῆν γὰρ3 τὸν κάτοχον τῷ θείῳ πνεύματι πολλῷ πρότερον παντὸς οὑτινοσοῦν τοῦ ἀπὸ τῶν χρησμῶν διδασκομένου τὸ συμβαλλόμενον εἰς τὸν μέσον καὶ κατὰ φύσιν βίον ἢ πρὸς τὸ λυσιτελὲς ἢ πρὸς τὸ συμφέρον ὠφεληθῆναι καὶ διορατικώτερον παρ’ ἐκεῖνο μάλιστα καιροῦ τυγχάνειν, ὅτε σύνεστιν αὐτῷ τὸ θεῖον.

7:9 — Origenis. Contra Celsum, Lib. VII. MPG Vol. 11. Col. 1433.

Ἐπεὶ δὲ καὶ τὸν τρόπον τῶν ἐν Φοινίκῃ καὶ Παλαιστίνῃ μαντείων ἐπαγγέλλεται, φράσειν ὁ Κέλσος ὡς ἀκούσας καὶ πάνυ καταμαθών, φέρε καὶ ταῦτα κατανοήσωμεν. Πρῶτον δὴ λέγει πλείονα εἶναι εἴδη προφητειῶν, μὴ ἐκτιθέμενος αὐτά· οὐδὲ γὰρ εἶχεν, ἀλλὰ ψευδῶς ἐπανετείνετο. Ὃ δέ φησιν εἶναι τελεώτατον παρὰ τοῖς τῇδε ἀνδράσιν ἴδωμεν. Πολλοί, φησί, καὶ ἀνώνυμοι ῥᾷστα ἐκ τῆς προστυχούσης αἰτίας καὶ ἐν ἱεροῖς καὶ ἔξω ἱερῶν, οἱ δὲ καὶ ἀγείροντες καὶ ἐπιφοιτῶντες πόλεσιν ἢ στρατοπέδοις, κινοῦνται δῆθεν ὡς θεσπίζοντες. Πρόχειρον δ’ ἑκάστῳ καὶ σύνηθες εἰπεῖν· Ἐγὼ ὁ θεός εἰμι ἢ θεοῦ παῖς ἢ πνεῦμα θεῖον. Ἥκω δέ ἤδη γὰρ ὁ κόσμος ἀπόλλυται, καὶ ὑμεῖς, ὦ ἄνθρωποι, διὰ τὰς ἀδικίας οἴχεσθε. Ἐγὼ δὲ σῶσαι θέλω· καὶ ὄψεσθέ με αὖθις μετ’ οὐρανίου δυνάμεως ἐπανιόντα. Μακάριος ὁ νῦν με θρησκεύσας· τοῖς δ’ ἄλλοις ἅπασι πῦρ αἰώνιον ἐπιβαλῶ καὶ πόλεσι καὶ χώραις. Καὶ ἄνθρωποις,4 οἳ μὴ τὰς ἑαυτῶν ποινὰς ἴσασι, μεταγνώσονται μάτην καὶ στενάξουσι· τοὺς δέ μοι πεισθέντας αἰωνίους φυλάξω. εἶτα τούτοις ἑξῆς φησι· Ταῦτ’ ἐπανατεινάμενοι προστιθέασιν ἐφεξῆς ἄγνωστα καὶ πάροιστρα καὶ πάντῃ ἄδηλα, ὧν τὸ μὲν γνὠρισμα5 οὐδεὶς ἂν ἔχων νοῦν εὑρεῖν δύναιτο· ἀσαφῆ γὰρ καὶ τὸ μηδέν· ἀνοήτῳ δὲ ἢ γόητι παντὶ περὶ παντὸς ἀφορμὴν ἐνδίδωσιν, ὅπῃ βούλεται, τὸ λεχθὲν σφετερίζεσθαι.

8:37 — Origenis. Contra Celsum, Lib. VIII. MPG Vol. 11. Col. 1573.

Εἶτ’ ἐπιλαθόμενος ὅτι Χριστιανοῖς λαλεῖ, τοῖς μόνοις τῷ θεῷ διὰ τοῦ Ἰησοῦ εὐχομένοις, καὶ συμφύρων τὰ ἑτέρων καὶ ἀλόγως Χριστιανοῖς συνάπτων αὐτά φησιν· Ἐὰν μὲν βαρβάρως αὐτοὺς ὀνομάζῃ τις, δύναμιν ἕξουσιν, ἐὰν δὲ Ἑλληνικῶς ἢ ῾Ρωμαϊκῶς, οὐκ ἔτι. Δεικνύτω γὰρ τίνα ἡμεῖς βαρβάρως ὀνομάζομεν ὡς καλοῦντες αὐτὸν ἐπὶ βοήθειαν, καὶ πειθέσθω,6 μάτην καθ’ ἡμῶν ταῦτα εἰρηκέναι τὸν Κέλσον ἐφιστὰς7 ὅτι οἱ 8 τῶν Χριστιανῶν οὐδὲ τοῖς ἐν ταῖς θείαις γραφαῖς κειμένοις ὀνόμασι καὶ τεταγμένοις ἐπὶ τοῦ θεοῦ χρῶνται ἐν ταῖς εὐχαῖς· ἀλλ’ οἱ μὲν Ἕλληνες Ἑλληνικοῖς οἱ δὲ Ῥωμαῖοι ῾Ρωμαϊκοῖς, καὶ οὕτως ἕκαστος κατὰ τὴν ἑαυτοῦ διάλεκτον εὔχεται τῷ θεῷ καὶ ὑμνεῖ αὐτὸν ὡς δύναται· καὶ ὁ πάσης διαλέκτου Κύριος τῶν ἀπὸ πάσης διαλέκτου εὐχομένων ἀκούει ὡς μιᾶς, ἵν’ οὕτως ὀνομάσω, φωνῆς τῆς κατὰ τὰ σημαινόμενα ἀκούων, δηλουμένης ἐκ τῶν ποικίλων διαλέκτων. Οὐ γάρ ἐστιν ὁ ἐπὶ πᾶσι θεὸς εἷς τις τῶν κεκληρωμένων διάλεκτόν τινα βάρβαρον ἢ ἕλληνα καὶ μηκέτι τὰς λοιπὰς ἐπισταμένων ἢ μηκέτι τῶν ἐν ἄλλαις διαλέκτοις λεγόντων φροντίζειν.

  1. προστάγματα
  2. Ἱστόρηται
  3. Ἐρχῆν γὰρ τὸν κάοχον τῷ θειῳ Πνεύματι, τὸν συμβαλλόμενον εἰς τὸ μέσον καὶ κατὰ φύσιν βίον, πολλῷ πρότερον παντὸς οὐτινοσοῦν τοῦ ἀπο τῶν χρησμῶν διδασκομένου, ἤ πρὸς τὸ λυσιτελὲς ἤ συμφέρον ὠφεληθῆναι.
  4. ἄνθρωποι
  5. γνῶμα
  6. Reg. et Basil: πυθέσθω
  7. TLG has: ἐφιστὰς
  8. λόγιοι is understood here in at least one manuscript while TLG has πολλοὶ

Leave a Comment