The following are snippets from John of Damascus’ Commentary of I Corinthians as it relates to the doctrine of tongues. This is the actual Greek text. John of Damascus lived from 676 to a little after 750 AD.
The digitized edition attempts to follow the formatting supplied by Migne Patrologia Graeca. MPG has Biblical citations italicized but italic in digitized Polytonic Greek is difficult to read so bolded text is utilized instead. Verse numbers do not exist in the actual copy but is placed for convenience.
A portion from S. Joannis Damasceni. In Epist. ad Corinth. I. XIII. MPG Vol. 95 Col. 676
This paragraph relates to John’s coverage of Paul’s reference to the tongues of men and angels in I Corinthians 13.
« Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ ἴδω τὰ μυστήρια ἅπαντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, κἂν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. »
Τοῦτο εἰπὼν, ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάσσονα λαμβάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ μείζονα. Ἔστι δὲ πολὺ μείζων ἡ ἀγάπη πάντων τῶν χαρισμάτων. Κατασκευάζει δὲ τοῦτο καὶ τὴν σύγκρισιν δεικνὺς, ὡς πάντα τὰ ἄλλα χαρίσματα οὐδέν ἐστι τῆς ἀγάπης ἀπούσης. Ὅρα δὲ πῶς αὐτὸ κατασκευάζει. Οὐ γὰρ εἶπεν, Ἐὰν ἴδω γλώσσας, ἀλλ’ Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐὰν προφητεύω, ἀλλ’ Ἐὰν ἴδω τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, μετὰ ἐπιτάσεως. Καὶ οὐκ εἶπε, Δῶ τὰ ὑπάρχοντα, ἀλλὰ ψωμίσω, ἵνα πρὸς τῇ δαπάνῃ καὶ διακονία προσῇ. Πάντα οὖν μετ’ ἐπιτάσεως δείξας, δείκνυσι πολὺ ἥττονα τῆς ἀγάπης. Ὥστε εἰ μεγάλων χαρισμάτων ἐρᾶτε, τὴν ἀγάπην ἐπιτηδεύετε, φησί.
Εἰκότως μείζων τῶν χαρισμάτων ἡ ἀγάπη· εἴ γε ταῦτα μὲν διέσχισαν, αὕτη δὲ ἑνοῖτοὺς διαστάντας.
Ὅρα πόθεν ἄρχεται, ἀπὸ τοῦ μεγάλου δοκοῦντος παρ’ αὐτοῖς τοῦτῶν γλωσσῶν, καὶ οὐ μόνον τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀγγέλων. Γλῶτταν δὲ ἀγγέλων ἐνταῦθα, οὐχὶ σῶμα περιθεὶς ἀγγέλοις. Ἀλλ’ ὃ λέγει τοιοῦτόν ἐστι· Κἂν οὕτω φθέγγωμαι, ὡς νόμος ἀγγέλοις πρὸς ἀλλήλους διαλέγεσθαι. Ὡς ὅταν λέγῃ, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐ γόνατα καὶ ὀστᾶ περιτιθεὶς τοῖς ἀγγέλοις ταῦτα λέγει, ἀλλὰ τὴν ἐπιτεταμένην προσκύνησιν διὰ τοῦ παρ’ ἡμῖν σχήματος αἰνίξασθαι βούλεται. Οὕτω καὶ ἐνταῦθα γλῶσσαν ἐκάλεσε, τὴν πρὸς ἀλλήλους αὐτῶν ὁμιλίαν τῷ γνωρίμῳ παρ’ ἡμῖν τρόπῳ ἐνδείξασθαι βουλόμενος.
S. Joannis Damasceni. In Epist. ad Corinth. I. XIV:1-34a. MPG Vol. 95 Col. 680 ff.
The following is a commentary on the mysterious and controversial tongues passage written by Paul; I Corinthians 14:1-34a.
[v1] « Διώκετε τῆν ἀγάπην. »
Καὶ γὰρ δρόμου σφόδρα ἡμῖν εἰς αὐτὴν χρεία.
« Ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύτητε. »
Ἵνα μή τις νομίζῃ, ὅτι διὰ τοῦτο τὸν τῆς ἀγάπης εἰσήγαγεν λόγον, ἵνα σβέσῃ τὰ χαρίσματα, τούτου χάριν ἐπήγαγε, λέγων· Ζηλοῦτε τὰ πνευματικά· σύγκρισιν δὲ ποιεῖται τῶν χαρισμάτων, καὶ καθαιρεῖ τὸ τῶν γλωσσῶν, οὔτε πάντη ἄχρηστον, οὔτε σφόδρα ὠφέλιμον καθ’ ἐαυτὸ δεικνὺς.
[v2-4] « Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γάρ ἀκούει · πνεύματι δὲ λαλεῖ μυστήρια. Ὁ δὲ προφητεύων, ἀνθῥώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων, Ἐκκλησίαν οἰκοδομεῖ. »
Τὸ μὲν λαλεῖν τῷ θεῷ, μέγα δείκνυσιν, τὸ δὲ μὴ οἰκοδομεῖσθαι τὴν Ἐκκλησίαν, μικρόν. Τοῦτο γὰρ πανταχοῦ ζητεῖ, τὴν οἰκοδομῆν τῶν πολλῶν.
[v5a] « θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλῶσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε. Μείζων γὰρ ὁ προφητεύων, ἤ ὁ λαλῶν γλώσσαις. »
Ἵνα μὴ νομίσωσιν ὅτι βασκαίνων αὐτοῖς καθαιρεῖ τὰς γλώσσας, διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, τοῦτό φησιν.
[v5b]« Ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ Ἐκκλησία οἰκοδομὴν λάβῃ. »
Ἔλαττον, φησὶ τοῦ προφητεύειν τὸ γλώσσαις λαλεῖν· εἰ μή τις ἄρα καὶ διερμηνεύῃ τὰ γλώσσας, οὐκ ἄν γένηται τοῦ προφητεύοντος ἵσος.
[v6a] « Νῦν δὲ, ἀδελφοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς λαλῶν, τί ὑμᾶς ὠφελήσω ; »
Τί λέγω τοῦς ἄλλους, φησί; Κἄν γὰρ ἐγὼ αὐτὸς γλώσσαις ἔλθω λαλῶν, οὐδὲν ἔσται πλέον τοίς ἀκούουσι. Ταῦτα δὲ λέγει δεικνὺς, ὅτι τὸ ἐκείνων συμφέρον ζητεῖ, οὐ πρὸς τοὺς χάρισμα ἔχοντας ἀπεχθῶς ἔχει.
[v6b]« Ἐὰν μὴ ὑμῖν λαλήσω, ἤ ἐν ἀποκαλύψει, ἤ ἐν γνώσει, ἤ ἐν προφητείᾳ, ἤ ἐν διδαχῇ. »
Ἐὰν μἠ εἴπω, φησί, τὸ δυνάμενον ὑμῖν εὔληπτον γενέσθαι, ἀλλ’ ἐπιδείζω μόνον ὅτι γλώσσης ἔχω χάρισμα, οὐδὲν ἄν κερδήσαντες ἀπελεύσεσθε. Πῶς γὰρ ἀπὸ φωνῆς ἧς οὐ συνιεῖτε ;
[v7-9a] « Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον, ἢ τὸ κιθαριζόμενον ; καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον ; Οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης. »
Τί λέγω, φησὶν, ὅτι ἐφ’ ὑμῶν τὸ πρᾶγμα ἀκερδές ἐστι ; καὶ ἐπὶ τῶν ἀψύχων τοῦτο εἴδοί τις ἄν, καὶ ἐπὶ τὴς κιθάρας, καὶ ἐπὶ σάλπιγγος.
[v9b]« Ἑὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον. »
Ἀντὶ τοῦ, Ἐὰν μή διερμηνεύητε.
[v9c] « Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. »
Τουτέστιν, οὐδενὶ φθεγγόμενοι, πρὸς οὐδένα λαλοῦντες.
[v10-12a] « Τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐισιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον·1 Ἐὰν οὖν μὴ εἴδω τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐμοὶ βάρβαρος· οὕτως καὶ ὑμεῖς. »
Τουτέστι, τοσαῦται γλῶσσαι, τοσαῦται φωναὶ, Σκυθῶν, Θρᾳκῶν, ῾Ρωμαίων, Περσῶν, Μαὺρων, Ἰνδῶν, Αἰγυπτίων, ἑτέρων μυρίων ἐθνῶν.
[v12b-13] « Ἐπεὶ ζηλωταί ἐστε πνευμάτων εἰς2 τὴν οἰκοδομὴν τῆς ἐκκλησίας, ζητεῖτε ἵνα περισσεύητε. Διὸ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω, ἵνα διερμηνεύῃ. »
Εἰ ζηλοῦν δεῖ, τὰ χαρίσματα ταῦτα ζηλοῦτε, ἅ τὴν Ἐκκλησίαν οἰκοδoμεῖ. Διὸ ἐπάγει λέγων, Προσευχέσθω, ἵνα διερμηνεύῃ.
[v14-15a] « Ἐὰν γὰρ εὔχωμαι3 γλώσσῃ, τὸ Πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί οὖν ἐστι ; »
Τουτέστι, τὸ χάρισμα τὸ δοθέν μοι, καὶ κινοῦν τὴν γλῶσσαν.
[v15b-16] « Προσεύξομαι πνεύματι,4 προσεύξομαι καὶ τῷ νοΐ· , 5 ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. ,6 Ἐπεὶ ἐὰν εὐλογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ Ἀμὴν τῇ σῇ εὐχαριστίᾳ ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν ; »
Ὥσπερ τινὸς λέγοντος, Τί οὖν ἐστι τὸ διδακτικὸν, καὶ ὠφέλιμον ; Καὶ πῶς χρὴ λέγειν ; Καὶ τί χρή αἰτεῖν παρά τοῦ Θεοῦ ; Ἀποκρίνεται λέγων τὸ, καὶ τῷ πνεύματι, τουτέστι τῷ χαρίσματι καὶ τῇ διανοίᾳ προσεύχεσθαι, ἵνα καὶ ἡ γλῶσσα φθέγγηται, καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα. Καὶ γὰρ ἐάν μὴ τοῦτο ᾖ, καὶ ἑτέρα σύγχυσις γίνεται. Οὐ γὰρ οἴδεν ὑποφωνεῖν ὁ λαϊκός τὸ Ἀμήν· οὐκ οἶδε γὰρ τί λέγεις.
[v17] « Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ἕτερος7 οὐκ οἰκοδομεῖται. »
Ἵνα μὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισμα, τοῦτο φησι· τοὺτο δὲ καὶ ἀνωτέρω ἐποίησεν ὅτε ἔλεγεν, Ὁ λαλῶν μυστήριον, καὶ τῷ Θεῷ λαλεῖ, καὶ ἑαυτὸν οἰκοδομεῖ. Σὺ οὖν, φησὶ, καλῶς εὐχαριστεῖς· Πνεύματι γὰρ κινούμενος φθέγγῃ· Ἀλλ’ ἐκεῖνος οὐδὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόμενα, ἔστηκεν, οὐ πολλὴν δεχόμενος τὴν ὠφέλειαν.
[v18-19a] « Εὐχαριστῶ τῷ Θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσῃ8 λαλῶν9· Ἀλλ᾿ ἐν Ἐκκλησίᾳ. »
Ἵνα μὴ δόξῃ κατατρέχειν ὡς ἐστερημένος τοῦ χαρίσματος, τοῦτο φησι.
[19b] « Θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω. »
Τουτέστι, νοῶν ἅ λέγω. καὶ δυνάμενος καὶ ἑτέροις ἑρμηνεῦσαι.
[v19c] « Ἤ μυρίους λόγους ἐν γλώσσῃ. »
Τοῦτο μὲν γὰρ ἐπίδειξιν ἔχει μόνην, φησί· ἐκεῖνο δὲ πολλὴν τὴν ὠφέλειαν.
[v20] « Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. »
Καὶ γὰρ τὰ παιδία πρὸς μὲν τὰ μικρὰ κέχηνεν, τῶν δὲ σφόδρα μεγάλων οὐ τοσοῦτον ἔχει θαῦμα. Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισμα τὸ πᾶν ἔχειν ἐνόμιζον, ὅπερ τῶν ἄλλων ἕλαττον ἦν, διὰ τοῦτο φησι, Μὴ παιδία γίνεσθε ταῖς φρεσί· τουτέστι, μὴ ἀνόητοι, ἔνθα συνετοὺς εἶναι χρή. Ἀλλὰ ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα κενοδοξία, ἔνθα φυσίωμα. Τί δὲ ἐστι νήπιον εἶναι κακίᾳ. ἤ τὸ μὴ εἰδέναι τί ποτέ ἐστι κακία ;
[v21] « Ἐν τῷ [νόμῳ] γέγραπται ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως ἀκούσονταί10 μου, λέγει Κύριος. »
Νόμον ἡ θεία Γραφὴ, καὶ τοὺς προφήτας φησίν.
[v22-30a] « Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ καὶ11 ἰδιῶται, ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων, ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι. Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γενέσθω. Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο, ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω, καὶ τῷ Θεῷ. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ. »
Τουτέστιν ἔκπληξιν, οὐκ εἰς κατήχησιν τοσοῦτον.
[v30b] « ὁ πρῶτος σιγάτω. »
Οὐ γὰρ ἔδει, τούτου κινηθέντος πρὸς προφητείαν, ἐκεῖνον λέγειν.
[v31] « Δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι καὶ πάντες παρακαλῶνται. »
Τοῦτο φησι, τὸν ἐπιστομηθέντα παραμυθούμενος.
[v32] « Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται »
Ἵνα μὴ φιλόνεικός τις ᾖ, ἤ βάσκανος, αὐτὸ τὸ χάρισμα δείκνυσιν ὑποτασσόμενον. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· εἰ δὲ τὸ πνεῦμα ὑποστάσσεται, πολλῷ δ’ ἄν σύ.
[v33] « Οὐ γὰρ ἐστιν ἀκαταστασίας ὁ Θεός, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων διατάσσομαι.12»
Δείκνυσιν ὡς καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, ἵνα κρῖμα ἔχων ὁ ἀντιταττόμενος, μὴ φιλονεικῇ.■
The English translation can be found here: John of Damascus on Tongues: an English Translation.
- The Byzantine/Majority text has καὶ οὐδὲν αὐτῶν ἄφωνον while the Textus Receptus has this as an optional reading, and the Tischendorf Edition agrees with John of Damascus Biblical citation.
- The preposition: εἰς does not exist in any other popular Greek manuscript. This appears unique to John of Damascus.
- The verb: εὔχωμαι does not exist in any other popular Greek manuscript. This appears unique to John of Damascus. All other texts have Ἐὰν [γὰρ] προσεύχωμαι
- Προσεύξομαι τῷ πνεύματι is typically found here in all the major Greek manuscripts.
- προσεύξομαι δὲ καὶ τῷ νοΐ is typically found here.
- ψαλῶ δὲ καὶ τῷ νοΐ. is typically found here.
- ἀλλ᾿ ὁ ἕτερος is typically found here in all the major Greek manuscripts.
- The standard NT text has it in the pluralγλώσσαις.
- λαλῶν agrees with Textus Receptus, and Byzantine/Majority. The UBS (3rd ed) and Tischendorf has λαλῶ .
- εἰσακούσονταί is typically found here in the majority of Greek manuscripts.
- καὶ is unique to Damascus here.
- The verb: διατάσσομαι does not exist in any other popular Greek manuscript. This appears unique to John of Damascus. It may be a copyist error. Similar wording can be found in I Corinthians 7:17
Do you know of any place on the web where I can find the rest of St. John of Damascus’ works in Greek?
The following website has all of Migne Patrologia Graeca available. http://patristica.net/graeca/#t036
Volumes 94,95 and a part of 96 contain his works. These are image ready pdfs. You can find digitized versions on the web as well using a Google Search. Hope this helps.